Ancient Greek
Section 7
Lysias, κατὰ θεομν́ηστου, Β 7
Not analysed yet
βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν ἀκοῦσαι τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. καίτοι γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα. ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ;