Ancient Greek · ~1 min
Section 16
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 16
Not analysed yet
πῶς δʼ οὐκ ἂν ἦ ἀθλιώτατος ἀνθρώπων ἁπάντων, εἰ τοὺς ἐμαυτοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δεσπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας; ὥστε εἰ καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τε ἦν δίκην με παρʼ αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν ᾔδη ὅτι ἐπʼ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν ἐλευθέροις γενέσθαι.