Ancient Greek · ~1 min
Section 25
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 25
Not analysed yet
νῦν δʼ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, ἐπιγνώμονας δὲ πέμποντας καθʼ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία.