Ancient Greek · ~1 min
Section 29
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 29
Not analysed yet
οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέτακται τῶν μορίων ἐλαῶν ἐπιμελεῖσθαι, μήθʼ ὡς ἐπεργαζόμενον πώποτε ζημιῶσαί με μήθʼ ὡς ἀφανίσαντα εἰς κίνδυνον καταστῆσαι, τοῦτον δʼ ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτʼ ἐπιμελητὴς ᾑρημένος οὔθʼ ἡλικίαν ἔχων εἰδέναι περὶ τῶν τοιούτων, ἀπογράψαι με ἐκ γῆς μορίαν ἀφανίζειν.