Ancient Greek · ~1 min
Section 36
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 36
Not analysed yet
καὶ μὲν δή, ὦ βουλή, φανερὸν οἶμαι εἶναι πᾶσιν ὅτι, εἰ Νικομάχου ἐξαιτοῦντος τοὺς ἀνθρώπους μὴ παρεδίδουν, ἐδόκουν ἂν ἐμαυτῷ συνειδέναι· ἐπειδὴ τοίνυν ἐμοῦ παραδιδόντος οὗτος παραλαβεῖν οὐκ ἤθελε, δίκαιον καὶ περὶ τούτου τὴν αὐτὴν γνώμην σχεῖν, ἄλλως τε καὶ τοῦ κινδύνου οὐκ ἴσου ἀμφοτέροις ὄντος.