Ancient Greek · ~1 min
Section 4
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 4
Not analysed yet
ἦν μὲν γὰρ τοῦτο Πεισάνδρου τὸ χωρίον, δημευθέντων δὲ τῶν ὄντων ἐκείνου Ἀπολλόδωρος ὁ Μεγαρεὺς δωρειὰν παρὰ τοῦ δήμου λαβὼν τὸν μὲν ἄλλον χρόνον ἐγεώργει, ὀλίγῳ δὲ πρὸ τῶν τριάκοντα Ἀντικλῆς παρʼ αὐτοῦ πριάμενος ἐξεμίσθωσεν· ἐγὼ δὲ παρʼ Ἀντικλέους εἰρήνης οὔσης ὠνοῦμαι.