Ancient Greek · ~1 min
Section 1
Lysias, ὑπὲρ τοῦ στρατιωτοῦ 1
Not analysed yet
τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται;