Ancient Greek
Section 13
Lysias, ὑπὲρ Πολυστράτου 13
Not analysed yet
εἰ μὴ καὶ ὑμεῖς ἀδικεῖτε, ὅτι ὑμῶν ἐστι πολίτης. πῶς δʼ ἂν γένοιτο δημοτικώτερος, ἢ ὅστις ὑμῶν ψηφισαμένων πεντακισχιλίοις παραδοῦναι τὰ πράγματα καταλογεὺς ὢν ἐνακισχιλίους κατέλεξεν, ἵνα μηδεὶς αὐτῷ διάφορος εἴη τῶν δημοτῶν, ἀλλʼ ἵνα τὸν μὲν βουλόμενον ἐγγράφοι, εἰ δέ τῳ μὴ οἷόν τʼ εἴη, χαρίζοιτο. καίτοι οὐχ οἳ ἂν πλείους τοὺς πολίτας ποιῶσιν, οὗτοι καταλύουσι τὸν δῆμον, ἀλλʼ οἳ ἂν ἐκ πλειόνων ἐλάττους. οὗτος δὲ οὔτε ὀμόσαι ἤθελεν οὔτε καταλέγειν,