Ancient Greek
Section 15
Lysias, ὑπὲρ Πολυστράτου 15
Not analysed yet
καὶ οὐ φθονῶν τούτοις λέγω, ἀλλʼ ἡμᾶς ἐλεῶν· οἱ μὲν γὰρ δοκοῦντες ἀδικεῖν ἐξῃτημένοι εἰσὶν ὑπὸ τῶν ὑμῖν προθύμων ἐν τοῖς πράγμασι γενομένων, οἱ δʼ ἠδικηκότες ἐκπριάμενοι τοὺς κατηγόρους οὐδʼ ἔδοξαν ἀδικεῖν. πῶς οὖν οὐκ ἂν δεινὰ πάσχοιμεν;