Ancient Greek
Section 18
Lysias, ὑπὲρ Πολυστράτου 18
Not analysed yet
τῷ δὲ ἔργω σφίσιν αὐτοῖς. καὶ μὴ θαυμάζετε, ὦ ἄνδρες δικασταί, ὅτι τοσαῦτα ὦφλε χρήματα. ἔρημον γὰρ αὐτὸν λαβόντες αὐτοῦ τε καὶ ἡμῶν κατηγοροῦντες εἷλον. τῷ μὲν γὰρ οὐδʼ εἴ τις εἶχε μαρτυρίαν, εἶχε μαρτυρεῖν διὰ τὸ δέος τὸ τῶν κατηγόρων, τοῖς δὲ καὶ τὰ ψευδῆ δεδοικότες ἐμαρτύρουν. ἦ δεινά γʼ ἂν πάθοιμεν, ὦ ἄνδρες δικασταί,