Ancient Greek
Section 24
Lysias, ὑπὲρ Πολυστράτου 24
Not analysed yet
καὶ ἐμὲ μὲν εἰς Σικελίαν ἐξέπεμψεν, ὑμῖν δʼ οὐκ ἦ, ὥστʼ εἰδέναι τοὺς ἱππέας, οἷος ἦ τὴν ψυχήν, ἕως τὸ στρατόπεδον σῶν ἦν· ἐπειδὴ δὲ διεφθάρη καὶ ἀνεσώθην εἰς Κατάνην, ἐλῃζόμην ὁρμώμενος ἐντεῦθεν καὶ τοὺς πολεμίους κακῶς ἐποίουν, ὥστε τῇ θεῷ τε τὰς δεκάτας ἐξαιρεθῆναι πλέον ἢ τριάκοντα μνᾶς καὶ τοῖς στρατιώταις εἰς σωτηρίαν ὅσοι ἐν τοῖς πολεμίοις ἦσαν.