Ancient Greek
Section 27
Lysias, ὑπὲρ Πολυστράτου 27
Not analysed yet
Μάρτυρες σκέψασθε δὴ καὶ τοῦ πατρὸς τὴν ἐπιστολήν, ἣν ἔδωκεν ἀποδοῦναι ἐμοί, πότερα τῷ ὑμετέρῳ πλήθει ἀγαθὰ ἐνῆν ἢ οὔ. τά τε γὰρ οἰκεῖα ἐνεγέγραπτο, καὶ ἔτι, ὅτε καλῶς ἔχοι τὰ ἐν Σικελίᾳ, ἥκειν. καίτοι ταὐτὰ ὑμῖν συνέφερε καὶ τοῖς ἐκεῖ· ὥστʼ εἰ μὴ εὔνους ἦν τῇ πόλει καὶ ὑμῖν, οὐκ ἄν ποτε τοιαῦτα ἐπέστελλεν.