Ancient Greek
Section 14
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 14
Not analysed yet
γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξελέγχεσθαι,