Ancient Greek
Section 2
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 2
Not analysed yet
τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω.