Ancient Greek · ~1 min
Section 15
Lysias, κατὰ τῶν σιτοπωλῶν 15
Not analysed yet
ὥστʼ ἐν τοῖς αὐτοῖς καιροῖς ἐπιβουλεύουσιν ὑμῖν, ἐν οἷσπερ οἱ πολέμιοι. ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαφερώμεθα, ἀλλʼ ἀγαπῶμεν ἐὰν ὁποσουτινοσοῦν πριάμενοι παρʼ αὐτῶν ἀπέλθωμεν. ὥστʼ ἐνίοτε εἰρήνης οὔσης ὑπὸ τούτων πολιορκούμεθα.