Ancient Greek · ~1 min
Section 9
Lysias, κατὰ τῶν σιτοπωλῶν 9
Not analysed yet
ὡς τοίνυν οὐ συμπριαμένους καταθέσθαι ἐκέλευεν αὐτούς, ἀλλὰ μὴ ἀλλήλοις ἀντωνεῖσθαι συνεβούλευεν, αὐτὸν ὑμῖν Ἄνυτον μάρτυρα παρέξομαι. Μαρτυρία καὶ οὗτος μὲν ἐπὶ τῆς προτέρας βουλῆς τούτους εἶπε τοὺς λόγους, οὗτοι δʼ ἐπὶ τῆσδε συνωνούμενοι φαίνονται.