Ancient Greek
Section 23
Lysias, περὶ τῆς δημεύσεως τῶν τοῦ Νικίου ἀδέλφου ἐπίλογος 23
Not analysed yet
οὐκ εἰς τοὺς οὕτω πολιτευομένους, ὑπὲρ ἧς πολιτείας καὶ ὁ πατὴρ καὶ οἱ προσήκοντες ἡμῖν ἀπέθανον; νῦν τοίνυν ταύτην ἀνθʼ ἁπάντων ἀπαιτοῦμεν ὑμᾶς τὴν χάριν, μὴ περιιδεῖν ἡμᾶς ἀπόρως διατεθέντας μηδʼ ἐνδεεῖς τῶν ἐπιτηδείων γενομένους, μηδὲ τὴν τῶν προγόνων εὐδαιμονίαν καταλῦσαι, ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι τοῖς βουλομένοις τὴν πόλιν εὖ ποιεῖν, οἴων ὑμῶν ἐν τοῖς κινδύνοις τεύξονται.