Ancient Greek
Section 25
Lysias, περὶ τῆς δημεύσεως τῶν τοῦ Νικίου ἀδέλφου ἐπίλογος 25
Not analysed yet
ὥστε τῆς ἐρημίας ἡμετέρας αἴτιαι γεγόνασιν αἵ τε τῶν προσηκόντων ἀρεταὶ καὶ αἱ τῆς πόλεως συμφοραί. ὧν ἄξιον ὑμᾶς ἐνθυμηθέντας προθύμως ἡμῖν βοηθῆσαι, ἡγησαμένους τούτους ἂν ἐν δημοκρατία δικαίως εὖ πάσχειν ὑφʼ ὑμῶν, οἵπερ ἐν ὀλιγαρχίᾳ τῶν συμφορῶν μετέσχον τὸ μέρος.