Ancient Greek · ~2 min
Section 12
Lysias, περὶ τῆς Εὐάνδρου δοκιμασίας 12
Not analysed yet
ὥστε ὑμῖν καθήκειν περὶ ταύτης τῆς ἀρχῆς ἀκριβεστέραν τὴν δοκιμασίαν ἢ περὶ τῶν ἄλλων ἀρχῶν ποιεῖσθαι. εἰ δὲ μή, πῶς οἴεσθε τὸ ἄλλο πλῆθος τῶν πολιτῶν διακείσεσθαι, ὅταν αἴσθωνται, ὃν προσῆκε δίκας τῶν ἡμαρτημένων διδόναι, τοῦτον ὑφʼ ὑμῶν τοιαύτης ἀρχῆς ἠξιωμένον; καὶ φόνου δίκας δικάζοντα, ὃν ἔδει αὐτὸν ὑπὸ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς κρίνεσθαι; καὶ πρὸς τούτοις ἴδωσιν ἐστεφανωμένον, καὶ ἐπικλήρων καὶ ὀρφανῶν κύριον γεγενημένον, ὧν ἐνίοις αὐτὸς τῆς ὀρφανίας αἴτιος γεγένηται;