Ancient Greek · ~1 min
Section 18
Lysias, περὶ τῆς Εὐάνδρου δοκιμασίας 18
Not analysed yet
καὶ ἡγοῦνταί γε διὰ μὲν τοὺς τοιούτους συλληφθέντας τότε ἀποθανεῖν, διὰ δὲ τοὺς ἄλλους ἐκφυγεῖν, ἐπεὶ εἴ γε τὴν αὐτὴν γνώμην ἅπαντες ἔσχον, οὔτʼ ἂν φυγὴ οὔτʼ ἂν κάθοδος οὔτʼ ἄλλο οὐδὲν ἂν τῶν γεγενημένων τῇ πόλει συνέβη.