Ancient Greek
Section 6
Lysias, περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Αθήνησι 6
Not analysed yet
εἶτα τοιούτων ἡμῖν ὑπαρχόντων ἐρωτῶσι τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσομεν ἃ Λακεδαιμόνιοι κελεύουσιν; ἐγὼ δὲ τούτους εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσομεν ἃ ἐκεῖνοι προστάττουσιν; εἰ δὲ μή, πολὺ κάλλιον μαχομένοις ἀποθνῄσκειν ἢ φανερῶς ἡμῶν αὐτῶν θάνατον καταψηφίσασθαι.