Ancient Greek · ~1 min
Section 8
Lysias, περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Αθήνησι 8
Not analysed yet
ἴσασι γὰρ ἐκεῖνοι ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται ὅπλα λαβόντες, ὥστε οὐ καλὸς αὐτοῖς ὁ κίνδυνος δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους μὴ καταδουλώσασθαί γε, ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι. ὅσῳ δʼ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ἧττον ἐπιθυμοῦσι κινδυνεύειν.