Ancient Greek · ~1 min
Section 13
Lysias, πρὸς Σίμωνα ἀπολογία 13
Not analysed yet
ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δʼ, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀνθρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι —ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών· οὕτω σφόδρʼ αὐτοὺς ἐφυλαττόμην, καὶ πάντα τὰ ὑπὸ τούτων γιγνόμενα μεγάλην ἐμαυτῷ συμφορὰν ἐνόμιζον.