Ancient Greek · ~1 min
Section 27
Lysias, πρὸς Σίμωνα ἀπολογία 27
Not analysed yet
φησὶ δʼ ἐπὶ ταῖς αὑτοῦ θύραις ὑπʼ ἐμοῦ δεινῶς διατεθῆναι τυπτόμενος. φαίνεται δὲ πλεῖν ἢ τέτταρα στάδια ἀπὸ τῆς οἰκίας διώξας τὸ μειράκιον οὐδὲν κακὸν ἔχων, καὶ ταῦτα πλεῖν ἢ διακοσίων ἰδόντων ἀνθρώπων ἔξαρνός ἐστι.