Ancient Greek
Section 35
Lysias, πρὸς Σίμωνα ἀπολογία 35
Not analysed yet
ἔτι τοίνυν, ὦ βουλή, καὶ ἐκ τῆς μάχης τῆς γενομένης ῥᾴδιον γνῶναι ὅτι ψεύδεται. τὸ γὰρ μειράκιον ὡς ἔγνω, ῥῖψαν θοἰμάτιον, φεῦγον ᾤχετο, οὗτοι δὲ αὐτὸν ἐπεδίωκον, ἐγὼ δὲ ἑτέραν ἀπελθὼν ὁδὸν ᾠχόμην.