Ancient Greek · ~1 min
Section 8
Lysias, πρὸς Σίμωνα ἀπολογία 8
Not analysed yet
ἐκκαλέσας γάρ με ἔνδοθεν, ἐπειδὴ τάχιστα ἐξῆλθον, εὐθύς με τύπτειν ἐπεχείρησεν· ἐπειδὴ δὲ αὐτὸν ἠμυνάμην, ἐκστὰς ἔβαλλέ με λίθοις. καὶ ἐμοῦ μὲν ἁμαρτάνει, Ἀριστοκρίτου δέ, ὃς παρʼ ἐμὲ ἦλθε μετʼ αὐτοῦ, βαλὼν λίθῳ συντρίβει τὸ μέτωπον.