Ancient Greek
Section 2
Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 2
Not analysed yet
ἐράτων ὁ Ἐρασιφῶντος πατὴρ ἐδανείσατο παρὰ τοῦ ἐμοῦ πάππου τάλαντα δύο. ὅτι μὲν οὖν ἔλαβε τἀργύριον καὶ ὡς τοσοῦτόν γε ἐδεήθη δανείσασθαι, ὧν ἐναντίον ἐδόθη, μάρτυρας ὑμῖν παρέξομαι· ἃ δʼ ἐχρήσατο αὐτῷ καὶ ὅσα ὠφελήθη, οἱ μᾶλλόν τε ἐμοῦ εἰδότες καὶ παραγεγενημένοι οἷς ἐκεῖνος ἔπραττε διηγήσονται ὑμῖν καὶ μαρτυρήσουσι. καί μοι κάλει μάρτυρας.