Ancient Greek
Section 4
Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 4
Not analysed yet
Μάρτυρες ὅτι μὲν τὰ Ἐράτωνος δικαίως ἂν ἡμέτερα εἴη, ἐκ τούτων ῥᾴδιον εἰδέναι, ὅτι δὲ πάντα δημεύεται, ἐξ αὐτῶν τῶν ἀπογραφῶν· τρεῖς γὰρ καὶ τέτταρες ἕκαστα ἀπογεγράφασι. καίτοι τοῦτό γε παντὶ εὔγνωστον, ὅτι οὐκ ἂν παρέλιπον, εἴ τι ἄλλο τῶν Ἐράτωνος οἷόν τε ἦν δημεύειν, οἱ πάντα τὰ Ἐράτωνος ἀπογράφοντες καὶ ἃ ἐγὼ πολὺν ἤδη χρόνον κέκτημαι. ὡς μὲν οὖν ἡμῖν οὐδʼ ἑτέρωθεν εἰσπράξασθαι οἷόν τε, ἐὰν ὑμεῖς ταῦτα δημεύσητε,