Ancient Greek
Section 13
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 13
Not analysed yet
ὁρᾶτε γάρ, ὦ ἄνδρες δικασταί, τὰ προσιόντα τῇ πόλει ὡς ὀλίγα ἐστί, καὶ ταῦτα ὡς ὑπὸ τῶν ἐφεστηκότων ἁρπάζεται· ὥστʼ ἄξιον ταύτην ἡγεῖσθαι πρόσοδον βεβαιοτάτην τῇ πόλει, τὰς οὐσίας τῶν ἐθελόντων λῃτουργεῖν. ἐὰν οὖν εὖ βουλεύσησθε, οὐδὲν ἧττον ἐπιμελήσεσθε τῶν ἡμετέρων χρημάτων ἢ τῶν ἰδίων τῶν ὑμετέρων αὐτῶν,