Ancient Greek
Section 16
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 16
Not analysed yet
ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί (καὶ μηδεὶς ὑμῶν ἀχθεσθῇ), πολὺ ἂν δικαιότερον ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπογραφῆναι τὰ ἐμὰ ἔχειν, ἢ ἐμὲ νυνὶ κινδυνεύειν ὡς τοῦ δημοσίου χρήματα ἔχοντα. τοιοῦτον γὰρ ἐμαυτὸν τῇ πόλει παρέχω, ὥστε ἰδίᾳ μὲν τῶν ὄντων φείδομαι, δημοσίᾳ δὲ λῃτουργῶν ἥδομαι, καὶ οὐκ ἐπὶ τοῖς περιοῦσι μέγα φρονῶ, ἀλλʼ ἐπὶ τοῖς εἰς ὑμᾶς ἀνηλωμένοις,