Ancient Greek
Section 33
Lysias, ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον 33
Not analysed yet
πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν; ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε.