Ancient Greek · ~1 min
Section 13
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 13
Not analysed yet
ἐκείνη δὲ ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, προσποιουμένη παίζειν, καὶ τὴν κλεῖν ἐφέλκεται. κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ.