Ancient Greek · ~1 min
Section 21
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 21
Not analysed yet
εἶπον ἐγώ, ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται· εἰ δέ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμʼ ὡμολογημένων. ἀξιῶ δέ σε ἐπʼ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι· ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει.