Ancient Greek
Section 40
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 40
Not analysed yet
καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν. εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι, ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο;