Ancient Greek
Section 65
Lysias, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 65
Not analysed yet
ὅτι οὐ κακίᾳ τῇ αὑτῶν οὐδʼ ἀρετῇ τῇ τῶν πολεμίων πρότερον ἐδυστύχησεν ἡ πόλις· εἰ γὰρ στασιάσαντες πρὸς ἀλλήλους βίᾳ παρόντων Πελοποννησίων καὶ τῶν ἄλλων ἐχθρῶν εἰς τὴν αὑτῶν οἷοί τε ἐγένοντο κατελθεῖν, δῆλον ὅτι ῥαδίως ἂν ὁμονοοῦντες πολεμεῖν αὐτοῖς ἐδύναντο.