Ancient Greek
Section 14
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 14
Not analysed yet
καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. ἐνῆν γὰρ ἀντὶ μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν.