Ancient Greek · ~2 min
Section 20
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 20
Not analysed yet
ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ οἱ ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν βουλὴν τὴν ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα τὰ ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼ εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο, καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε.