Ancient Greek · ~1 min
Section 36
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 36
Not analysed yet
Ψήφισμα εἰ μὲν οὖν ἐν τῷ δικαστηρίῳ ἐκρίνοντο, ῥαδίως ἂν ἐσῴζοντο· ἅπαντες γὰρ ἤδη ἐγνωκότες ἦτε οὗ ἦν κακοῦ ἡ πόλις, ἐν ᾧ οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε νῦν δʼ εἰς τὴν βουλὴν αὐτοὺς τὴν ἐπὶ τῶν τριάκοντα εἰσάγουσιν. ἡ δὲ κρίσις τοιαύτη ἐγίγνετο, οἵαν καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε.