Ancient Greek · ~1 min
Section 61
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 61
Not analysed yet
ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ ἀπολλύμενος τοιουτοσὶ ἐγένετο . σὺ δʼ οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται, μεθέξεις τῆς τότε πολιτείας καθισταμένης, ἀπέγραψας καὶ ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς.