Ancient Greek · ~1 min
Section 63
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 63
Not analysed yet
οἱ δʼ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφʼ ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. οἱ δʼ αὐτῶν περιγενόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως καὶ θάνατος αὐτῶν κατεγνώσθη, ἡ δὲ τύχη καὶ ὁ δαίμων περιεποίησε, φυγόντες ἐνθένδε καὶ οὐ συλληφθέντες οὐδὲ ὑπομείναντες μείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς τιμῶνται ὑφʼ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες.