Ancient Greek · ~2 min
Section 88
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 88
Not analysed yet
πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ἢ ὅρκους ἢ συνθήκας ἢ χρόνον ἢ τὸ ἐπʼ αὐτοφώρῳ ποιεῖται, αὐτῷ δὲ τῷ πράγματι οὔ τι πιστεύει καλῶς ἀγωνιεῖσθαι.