Ancient Greek · ~1 min
Section 90
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 90
Not analysed yet
εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον ἄν τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν οὐδέν · οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ ὤμοσαν.