Ancient Greek · ~2 min
Section 2
Lysias, κατὰ Ἀλκιβιάδου λιποταξίου 2
Not analysed yet
οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδʼ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλʼ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστʼ ἐπʼ ἐνίοις ὧν οὗτος φιλοτιμεῖται καὶ τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν ἡγούμενος, καὶ νῦν ὑπʼ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ πάντων τῶν πεπραγμένων μεθʼ ὑμῶν αὐτὸν τιμωρήσασθαι.