Ancient Greek
Section 29
Lysias, κατὰ Ἀλκιβιάδου λιποταξίου 29
Not analysed yet
καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν γεγενημένων αὐτῷ μέλει οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου,