Ancient Greek
Section 47
Lysias, κατὰ Ἀλκιβιάδου λιποταξίου 47
Not analysed yet
ὑμεῖς οὖν καὶ τὰ εἰρημένα καὶ τὰ παραλελειμμένα ἀναλογισάμενοι πολὺ μᾶλλον αὐτοῦ καταψηφίσασθε, ἐνθυμηθέντες ὅτι ἔνοχος μέν ἐστι τῇ γραφῇ, μεγάλη δʼ εὐτυχία τὸ τοιούτων πολιτῶν ἀπαλλαγῆναι τῇ πόλει. ἀνάγνωθι δʼ αὐτοῖς τοὺς νόμους καὶ τοὺς ὅρκους καὶ τὴν γραφήν· καὶ τούτων μεμνημένοι ψηφιοῦνται τὰ δίκαια. Νόμοι Ὅρκοι Γραφή