Ancient Greek
Section 28
Lysias, κατ᾽ Ἀνδοκίδου ἀσεβείας 28
Not analysed yet
ἔνθεν δὲ ἔπλευσεν ὡς Εὐαγόραν τὸν Κύπρου βασιλεύοντα, καὶ ἀδικήσας εἵρχθη. ἀποδρὰς δὲ καὶ τοῦτον ἔφευγε μὲν τοὺς ἐνθάδε θεούς, ἔφευγε δὲ τὴν ἑαυτοῦ πόλιν, ἔφευγε δὲ εἰς οὓς τὸ πρῶτον ἀφίκοιτο τόπους. καίτοι τίς χάρις τῷ βίω, κακοπαθεῖν μὲν πολλάκις, ἀναπαύσασθαι δὲ μηδέποτε;