Ancient Greek
Section 41
Lysias, κατ᾽ Ἀνδοκίδου ἀσεβείας 41
Not analysed yet
οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ ἀληθὴς αὕτη ἡ ἀπολογία, μηδʼ ὑμεῖς ἐξαπατᾶσθε. οὐ γὰρ τοῦτο λύειν ἐστὶ τὰ συγκείμενα, εἰ Ἀνδοκίδης ἕνεκα τῶν ἰδίων ἁμαρτημάτων δίδωσι δίκην, ἀλλʼ ἐάν τις ἕνεκα τῶν δημοσίων συμφορῶν ἰδία τινὰ τιμωρῆται.