Ancient Greek
Section 50
Lysias, κατ᾽ Ἀνδοκίδου ἀσεβείας 50
Not analysed yet
Ἀθηναῖοι, μνήσθητε τὰ πεποιημένα Ἀνδοκίδῃ, ἐνθυμήθητε δὲ καὶ τῆς ἑορτῆς, διʼ ἣν ὑπὸ τῶν πολλῶν προὐτιμήθητε. ἀλλʼ ἐστὲ γὰρ ὑπὸ τῶν τούτου ἁμαρτημάτων ἤδη καταπλῆγες διὰ τὸ πολλάκις ἰδεῖν καὶ ἀκοῦσαι, ὥστε οὐδὲ τὰ δεινὰ ἔτι δεινὰ δοκεῖ ὑμῖν εἶναι. ἀλλὰ προσέχετε τὸν νοῦν, δοκείτω δʼ ὑμῖν ἡ γνώμη ὁρᾶν ἃ οὗτος ἐποίει,