Ancient Greek
Section 28
Lysias, δήμου καταλύσεως ἀπολογία 28
Not analysed yet
σκέψασθαι δὲ χρὴ ὅτι καὶ τῶν ἐκ Πειραιῶς οἱ μεγίστην δόξαν ἔχοντες καὶ μάλιστα κεκινδυνευκότες καὶ πλεῖστα ὑμᾶς ἀγαθὰ εἰργασμένοι πολλάκις ἤδη τῷ ὑμετέρῳ πλήθει διεκελεύσαντο τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν, ἡγούμενοι ταύτην δημοκρατίας εἶναι φυλακήν· τοῖς μὲν γὰρ ἐξ ἄστεως ὑπὲρ τῶν παρεληλυθότων ἄδειαν ποιήσειν, τοῖς δʼ ἐκ Πειραιῶς οὕτως πλεῖστον ἂν χρόνον τὴν πολιτείαν παραμεῖναι.