Ancient Greek · ~1 min
Section 33
Lysias, δήμου καταλύσεως ἀπολογία 33
Not analysed yet
ἡγούμενοι νῦν μὲν διὰ τοὺς ἐκ Πειραιῶς κινδύνους αὑτοῖς ἐξεῖναι ποιεῖν ὅ τι ἂν βούλωνται, ἐὰν δʼ ὕστερον ὑμῖν διʼ ἑτέρων σωτήρια γένηται, αὐτοὶ μὲν καταλύσεσθαι, ἐκείνους δὲ μεῖζον δυνήσεσθαι· ὥστε τὸ αὐτὸ πάντες ἐμποδών εἰσιν, ἐάν τι διʼ ἄλλων ἀγαθὸν ὑμῖν φαίνηται.